Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.356 Joseph. AJ 5.361 (English) >>Joseph. AJ 6.1

5.359ὡς δὲ καὶ τὴν κιβωτὸν ἤκουσεν ᾐχμαλωτίσθαι πρὸς τῶν πολεμίων, ὑπὸ τοῦ παρʼ ἐλπίδας αὐτῷ τοῦτο προσπεσεῖν περιαλγήσας ἀποκυλισθεὶς ἀπὸ τοῦ θρόνου τελευτᾷ, ὀκτὼ καὶ ἐνενήκοντα βιώσας ἔτη τὰ πάντα καὶ τούτων τεσσαράκοντα κατασχὼν τὴν ἀρχήν. 5.360

Θνήσκει δὲ κατʼ ἐκείνην τὴν ἡμέραν καὶ Φινεέσου τοῦ παιδὸς γυνὴ μὴ καρτερήσασα ζῆν ἐπὶ τῇ τἀνδρὸς δυστυχίᾳ. κυούσῃ μὲν αὐτῇ προσηγγέλη τὸ περὶ τὸν ἄνδρα πάθος, τίκτει δʼ ἑπταμηνιαῖον παῖδα, ὃν καὶ ζήσαντα Ἰαχώβην προσηγόρευσαν, σημαίνει δὲ ἀδοξίαν τὸ ὄνομα, διὰ τὴν προσπεσοῦσαν δύσκλειαν τότε τῷ στρατῷ. 5.361

Ἦρξε δὲ πρῶτος Ἠλὶς Ἰθαμάρου τῆς ἑτέρου τῶν Ἀαρῶνος υἱῶν οἰκίας· γὰρ Ἐλεαζάρου οἰκία τὸ πρῶτον ἱερᾶτο παῖς παρὰ πατρὸς ἐπιδεχόμενοι τὴν τιμήν, ἐκεῖνός τε Φινεέσῃ τῷ παιδὶ αὐτοῦ παραδίδωσι, 5.362μεθʼ ὃν Ἀβιεζέρης υἱὸς ὢν αὐτοῦ τὴν τιμὴν παραλαβὼν παιδὶ αὐτοῦ Βόκκι τοὔνομα αὐτὴν κατέλιπε, παρʼ οὗ διεδέξατο Ὄζις υἱὸς ὤν, μεθʼ ὃν Ἠλὶς ἔσχε τὴν ἱερωσύνην, περὶ οὗ νῦν λόγος, καὶ τὸ γένος τὸ ἀπʼ ἐκείνου μέχρι τῶν κατὰ τὴν τοῦ Σολομῶνος βασιλείαν καιρῶν. τότε δὲ οἱ Ἐλεαζάρου πάλιν αὐτὴν ἀπέλαβον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.356 Joseph. AJ 5.361 (English) >>Joseph. AJ 6.1

Powered by PhiloLogic